[49] αἴ, Wunschpartikel; Hom. αἲ γάρ, αἲ γὰρ δή, z. B. Od. 9, 523 αἲ γὰρ δὴ ψυχῆς τε καὶ αἰῶνόςσε δυναίμην εὖνιν ποιήσας πέμψαι δόμον Ἄιδος εἴσω, ὡς οὐκ ὀφϑαλμόν γ' ἰήσεται οὐδ'ἐνοσίχϑων, vgl. 17, 251; Iliad. 4, 189 αἲ γὰρ δὴ οὕτως εἴη, φίλος ὦ Μενέλαε. ἕλκος δ' ἰητὴρ ἐπιμάσσεται; 4, 288 αἲ γάρ, Ζεῠ τε πάτερ καὶ Ἀϑηναίη καὶ Ἄπολλον, τοῖος πᾶσιν ϑυμὸς ἐνὶ στήϑεσσι γένοιτο· τῷ κε τάχ' ἠμύσειε πόλις Πριάμοιο ἄνακτος, Od. 7, 311 αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀϑηναίη καὶἌπολλον, τοῖος ἐὼν οἷός ἐσσι, τά τε φρονέων ἅ τ' ἐγώ περ, παῖδά τ' ἐμὴν ἐχέμεν καὶ ἐμὸς γαμβρὸς καλέεσϑαι αὖϑι μένων· οἶκον δέ τ' ἐγὼ καὶ κτήματα δοίην, εἴ κ' ἐϑέλων γε μένοις. ἀέκοντα δέ σ' οὔ τις ἐρύξει.